Προσευχή στον Θεό: Ήταν αξιοθαύμαστη και θεάρεστη ολόκληρη η ζωή τους. Γι’ αυτό είναι εκπληκτική και η προσευχή τους. Οι άγιοι αναλαμβάνουν ενώπιον του Θεού την ευθύνη ολόκληρου του λαού!
Ένα από τα πλέον συγκλονιστικά και διαχρονικά κείμενα της Αγίας Γραφής με αναλογίες και στις μέρες μας που μπορούμε να χρησιμοποιούμε και μεις στις προσευχές μας.
Eὐλογητὸς εἶ, Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν, οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ κρίσεις σου ἀλήθεια, καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἱερουσαλήμ, ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα, διὰ τὰς ἁμαρτίας ἡμῶν. Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν, ἵνα εὖ ἡμῖν γένηται. Καὶ πάντα, ὅσα ἐπήγαγες ἡμῖν καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε. Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν διὰ Ἁβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου, οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
Ὅτι, Δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.
Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου, μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε. Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη· καὶ γνώτωσαν ὅτι σὺ εἶ Κύριος Θεὸς μόνος καὶ ἔνδοξος ἐφ’ ὅλην τὴν οἰκουμένην. (Δαν. γ’ Πρ. 2-21)
(Ἀπόδοση)
Εὐλογημένος εἶσαι, Κύριε ὁ Θεὸς τῶν πατέρων μας, ἄξιος παντὸς ἐπαίνου· δοξασμένον τὸ ῎Ονομά σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Διότι εἶσαι δίκαιος εἰς ὅλα ἐκεῖνα, τὰ ὁποῖα ἔκαμες πρὸς ἡμᾶς. ῞Ολα τὰ ἔργα σου εἶναι ἀληθινά. Αἱ ὁδοί, τὰς ὁποίας σὺ ἔδωσες ἐντολὴν νὰ ἀκολουθῶμεν, εἶναι εὐθεῖαι καὶ ἀσφαλεῖς. ῞Ολαι αἱ ἀποφάσεις σου ὀρθαί. Δικαίας ἀποφάσεις ἀλαθήτου κρίσεως ἐξέδωσες δι’ ὅλας ἐκείνας τὰς τιμωρίας καὶ θλίψεις, τὰς ὁποίας ἔστειλες εἰς ἡμᾶς καὶ ἐναντίον τῆς ῾Ιερουσαλήμ, τῆς ἁγίας πόλεως τῶν προγόνων μας. Διότι μὲ ἀκρίβειαν καὶ μὲ δικαίαν κρίσιν ἐπέφερες ὅλα αὐτὰ ἐναντίον μας ἐξ αἰτίας τῶν ἁμαρτιῶν μας. Διότι ἡμεῖς ἡμαρτήσαμεν, παρέβημεν τὸν Νόμον σου καὶ ἀπεμακρύνθημεν ἀπὸ σέ. ῾Ημαρτήσαμεν εἰς ὅλα, δὲν ὑπηκούσαμεν εἰς τὰς ἐντολάς σου, δὲν ἐφυλάξαμεν καὶ δὲν ἐπράξαμεν σύμφωνα μὲ ἐκεῖνα, τὰ ὁποῖα σὺ μᾶς εἶχες διατάξει, διὰ νὰ ζήσωμεν εὐτυχεῖς καὶ ἀσφαλεῖς. Διὰ τοῦτο ὅλα ὅσα σὺ ἔφερες ἐναντίον μας, ὅλα ὅσα ἔπραξες εἰς τιμωρίαν μας, τὰ ἔκαμες κατὰ δίκαιαν καὶ ἀληθινὴν κρίσιν. Καὶ παρέδωκες ἡμᾶς εἰς χεῖρας παρανόμων ἐχθρῶν, ἀποστατῶν, μισητοτάτων, εἰς χεῖρας βασιλέως ἀδίκου καὶ μοχθηροτάτου ἀπὸ ὅλους τοὺς βασιλεῖς τῆς γῆς.
Τώρα δέ, Κύριε, δὲν ἔχομεν τὸ σθένος νὰ ἀνοίξωμεν τὸ στόμα μας πρὸς σέ. Καταισχύνῃ καὶ ὄνειδος ἐγίναμεν διὰ τοὺς δούλους σου, ποὺ σὲ ὑπηρετοῦν, διὰ τοὺς ἀνθρώπους οἱ ὁποῖοι σὲ λατρεύουν.᾿Αλλὰ σὲ ἱκετεύομεν· διὰ τὸ ἅγιον καὶ φιλάνθρωπον ῎Ονομά σου μὴ μᾶς παραδώσῃς εἰς πλήρη ὄλεθρον καὶ μὴ διαλύσῃς τὴν συμφωνίαν, ποὺ συνῆψες μὲ τοὺς πατέρας μας. Μὴ ἀπομακρύνῃς ἀπὸ ἡμᾶς τὸ ἔλεός σου πρὸς χάριν τοῦ ἀγαπητοῦ σου ᾿Αβραάμ, πρὸς χάριν τοῦ δούλου σου ᾿Ισαὰκ καὶ τοῦ ᾿Ιακώβ, τοῦ ἁγίου σου. Εἰς αὐτοὺς εἶπες καὶ ὑπεσχέθης, νὰ πληθύνῃς τοὺς ἀπογόνους των καὶ νὰ τοὺς ἀναδείξῃς ὡς πρὸς τὸ πλῆθος ὡσὰν τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡσὰν τὴν ἄμμον, ποὺ ὑπάρχει εἰς τὴν παραλίαν τῆς θαλάσσης.
Σὲ παρακαλοῦμεν θερμῶς, Δέσποτα, διότι ἡμεῖς σήμερον ἐγίναμεν ὀλιγώτεροι καὶ μικρότεροι ἀπὸ ὅλα τὰ ἔθνη. ᾿Εξ αἰτίας τῶν ἁμαρτιῶν μας εἵμεθα σήμερον εἰς ὅλην τὴν οἰκουμένην ἐξευτελισμένοι καὶ ἄσημοι. Εἰς τὴν ἐποχήν μας αὐτὴν δὲν ὑπάρχει βασιλεὺς δι’ ἡμᾶς, οὔτε προφήτης, οὔτε κανένας ἄλλος ἄρχων. Δὲν προσφέρονται πλέον ὁλοκαυτώματα, οὔτε ἀναίμακτοι θυσίαι, οὔτε θυμίαμα, οὔτε καὶ ὑπάρχει ναὸς καὶ θυσιαστήριον, διὰ νὰ προσφέρωμεν ἐνώπιόν σου τὰς θυσίας μας καὶ νὰ εὕρωμεν ἔλεος. ᾿Αλλὰ ἂς προσφερθῶμεν ὡς θυσία ἐνώπιόν σου καὶ ἂς γίνωμεν δεκτοὶ ἀπὸ σὲ μὲ ψυχὴν συντετριμμένην καὶ πνεῦμα ταπεινωμένον. Σὺ δέ, Κύριε, ἐν τῷ ἐλέει σου, ὅπως θὰ ἐδέχεσο ὁλοκαυτώματα κριῶν καὶ ταύρων καὶ μυριάδων ἀμνῶν καλοθρεμμένων, ἔτσι ἂς γίνῃ σήμερα δεκτὴ ἡ θυσία μας αὐτὴ ἐνώπιόν σου. Σὲ ἀκολουθοῦντες προσφέρομεν αὐτὴν τὴν θυσίαν, διότι εἵμεθα ἀπολύτως βέβαιοι, ὅτι δὲν θὰ ἐντραποῦν ποτὲ ἐκεῖνοι, οἱ ὁποῖοι ἔχουν πίστιν καὶ στηρίζουν τὴν πεποίθησίν των εἰς σέ.
Διότι καὶ τώρα ἀκόμη ἀκολουθοῦμεν τὰς ἐντολάς σου μὲ ὅλην μας τὴν καρδίαν. Σὲ σεβόμεθα καὶ ἀναζητοῦμεν μετὰ πόθου τὸ πρόσωπόν σου. Μὴ μᾶς κατεντροπιάσῃς, Κύριε, ἀλλὰ δεῖξε καὶ εἰς τὴν περίστασιν αὐτὴν ἀπέναντί μας τὴν ἐπιείκειάν σου καὶ τὸ πλῆθος τοῦ ἐλέους σου. Σύμφωνα μὲ τὰ ἀναρίθμητα θαυμαστά σου ἔργα, ποὺ ἔχεις πράξει εἰς προστασίαν τοῦ λαοῦ σου, γλύτωσέ μας καὶ σήμερα καὶ δόξασε ἔτσι τὸ ῎Ονομά σου. ῍Ας καταισχυνθοῦν ὅλοι ἐκεῖνοι, οἱ ὁποῖοι φέρονται μὲ σκληρὸν τρόπον καὶ διαπράττουν κακότητας εἰς τοὺς δούλους σου. ῍Ας καταισχυνθοῦν καὶ ἂς ἀποδειχθῇ ἀνύπαρκτος καὶ ἀνίσχυρος ἡ ἐναντίον μας δύναμίς των. ῍Ας συντριβῇ ἡ ἰσχύς των. Καὶ ἂς μάθουν, ὅτι σὺ εἶσαι ὁ μόνος ἀληθινὸς Κύριος καὶ Θεός, ἔνδοξος εἰς ὅλην τὴν οἰκουμένην!
Πηγή: vimaorthodoxias.gr