Άγιος Σισώης ο μεγάλος: Αθλητής της πρώτης γραμμής, τύπος εγκράτειας, αλλά και ψυχή πού προσευχόταν για δικαίους και αδίκους

6 Ιουλίου: Όσιος Σισώης ο μεγάλος…

Ο Όσιος Σισώης έλαμψε με την πνευματική του σύνεση, την ταπεινοφροσύνη, τη φιλαδελφία και το ενδιαφέρον του στο να επιστρέψει και ένα μόνο αμαρτωλό. Μεταξύ των ασκητών αναδείχτηκε ονομαστός και μέγας, αθλητής της πρώτης γραμμής, τύπος εγκράτειας, αλλά και ψυχή πού προσευχόταν για δικαίους και αδίκους, πλούσιους και φτωχούς, άρχοντες και ιδιώτες, κληρικούς και λαϊκούς και γενικά για όλο τον κόσμο. Στη γη ήταν, αλλά η ζωή του ήταν ουράνια. Υψωμένος πάνω από τη σάρκα, που χαλιναγωγούσε τέλεια με τη χάρη του Αγίου Πνεύματος και τη θεία κοινωνία του σώματος και του αίματος του Χριστού. Η μνήμη του μένει υπόδειγμα σ’ όσους θέλουν την ασκητική ζωή, για να είναι γνήσιοι και πραγματικοί ασκητές, όχι μόνο με την αντοχή του σώματος, αλλά και με την πνευματική αναγέννηση και τη λάμψη της αρετής.


Θεοῦ τεθνηκὼς πυξίῳ προσεγράφη,
Θείου Σισώης Πνεύματος τὸ πυξίον.
Βῆ δὲ Σισώης γῆθεν εἰς οὐρανὸν ἕκτῃ ἀμύμων.


Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Ἐκ παιδὸς γεωργήσας ζωὴν τὴν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητὰ Σισώη Ὅσιε, ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξα, καὶ καταλάμπων τᾶς ψυχᾶς ἠμῶν.

Έτερον Ἀπολυτίκιον
Ἦχος α’. Τοῦ λίθου σφαγισθέντος.
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Σισώη· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἁμαρτίας ἀκάνθας κατεπυρπόλησας, τῷ πυρὶ ἐγκρατείας καὶ χαμευνίας στεῤῥᾶς, καὶ πρὸς φῶς τὸ νοητὸν, μετῆλθες ὅσιε. Ὅθεν Σισώη τοῖς χοροῖς, τῶν Ἀγγέλων συνοικεῖς, καὶ χαίρων ἀεὶ πρεσβεύεις, τῷ Κυρίῳ ὑπὲρ τῶν πίστει, ἐπιτελούντων τὴν σὴν μνήμην λαμπρῶς.

Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐν ἀσκήσει ἄγγελος ἐν γῇ ὡράσθης, καταυγάζων Ὅσιε, τὰς διανοίας τῶν πιστῶν, θεοσημείαις ἑκάστοτε· ὅθεν σε πάντες, Σισώη γεραίρομεν.

Έτερον Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὸν ἀσκητὴν τῆς ἐρημίας τὸν περίδοξον, Αἰγύπτου γόνον Ἀντωνίου τὸν συνόμιλον, καὶ ὡράϊσμα ἁπάντων τῶν μονοτρόπων, ταπεινώσεως τὸ σκεῦος τὸ πολύτιμον, τὸν Σισώην ἐν ᾠδαῖς ἀνευφημήσωμεν, ἀνακράζοντες· Χαίροις, Πάτερ τρισόλβιε.

Μεγαλυνάριον
Μνήμην τοῦ θανάτου διηνεκῶς, μελετῶν Σισώη, κατεμάρανας τὰς ὁρμάς, καὶ πρὸς ἀναβάσεις, αἰρόμενος μεγίστας, τοῦ οὐρανίου κάλλους, χαίρων ἀπήλαυσας

Έτερον Μεγαλυνάριον
Δειλιῶν καὶ τρέμων ὁ Ἀσκητής, τάφῳ Ἀλεξάνδρου, Βασιλέως ποτὲ τρανοῦ, τοῦ καιροῦ τὸ ῥέον, καὶ πρόσκαιρον τῆς δόξης, ἐξίσταται Σισώης, θαυμάζων καὶ θρηνῶν.

Έτερον Μεγαλυνάριον
Νέκρωσιν Σισώη ζωοποιόν, παθῶν τῇ ἐκδύσει, ἐνδυσάμενος ὁλικῶς, νεκροὺς ὡς ἐξ ὕπνου, τῷ ἱερῷ σου λόγῳ, ἐξήγειρας νεκρώσας, τὸν παναλάστορα.

Ὁ Οἶκος
Ἄγγελοι τὴν σεπτήν σου, πολιτείαν ἰδόντες, Σισώη ἐξεπλάγησαν ὄντως· ὡς ἀσώματος γὰρ ἐν τῇ γῇ, βιοτεύσας πᾶν χαμαιτυπὲς φρόνημα, εὐχόμενος ἐδίωξας· διὸ σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ὑμνήθη·
χαῖρε, δι᾿ οὗ ὁ σατὰν ἐτρώθη.
Χαῖρε, Ἀντωνίου τοῦ θείου ὁμότροπος·
χαῖρε, τῶν ἐρήμου Ὁσίων ὁμόσκηνος.
Χαῖρε, ὕψος δυσθεώρητον ἀρετῶν πνευματικῶν·
χαῖρε, κῆπος εὐωδέστατος θεοσδότων δωρεῶν.
Χαῖρε, ἄνθος Αἰγύπτου ἀποπνέον σοφίαν·
χαῖρε, στῦλος τιμίας ἐν Χριστῷ πολιτείας.
Χαῖρε, κανὼν στεῤῥᾶς ἐνασκήσεως·
χαῖρε, λειμὼν ἐνθέου φρονήσεως.
Χαῖρε, γλυκὺ καὶ γαλήνιον ὄμμα·
χαῖρε, λαμπρὸν ταπεινώσεως στέμμα.
Χαίροις, Πάτερ τρισόλβιε.

Κάθισμα
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τετρωμένος τοῦ Χριστοῦ τῇ ἀγάπῃ, ἐν τῇ ἐρήμῳ ἐνασκήσεως τρίβους, περιχαρῶς διέδραμες Σισώη κλεινέ· ὅθεν καὶ διέλαμψας, ὡς ἀστὴρ φωτοφόρος, δαδούχων διδάγμασι, καὶ σοφία σου πάντας, τοὺς φοιτητάς σου σκεῦος ἐκλεκτόν, τῆς κατοικούσης, ἐν σοι θείας χάριτος.

Έτερον Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Σαρκὸς τὰς ἡδονάς, ἐγκρατείας τῷ τόνῳ, ἐνέκρωσας σοφέ, ἀρετῶν ἐμμελείᾳ· διὸ ταῖς ἀναβάσεσιν, αὐξανόμενος ἄριστα, Πάτερ ἔφθασας, πρὸς τὴν οὐράνιον τρίβον, καὶ παρίστασαι, ἀεὶ Χριστῷ σὺν Ἀγγέλοις, Σισώη Πατὴρ ἡμῶν.