11 Ιανουαρίου: Άγιος Νικηφόρος Νεομάρτυρας εκ Κρήτης…
Ο Άγιος Νεομάρτυς Νικηφόρος καταγόταν από την κωμόπολη Κριτσά Μεραμβέλλου Κρήτης και ο πατέρας του ονομαζόταν Τζανής.
Νυμφεύθηκε με μια Μωαμεθανή, που την έλεγαν Φετμά και απέκτησε δύο υιούς. Όμως ο Νικηφόρος αλλαξοπίστησε και έγινε Μουσουλμάνος λαβών το όνομα Ιμπραχίμ. Αλλά με την πρόνοια του Θεού ήλθε στον εαυτό του και μετανόησε για το ολίσθημά του. Από τότε ζούσε την Χριστιανική πίστη και ζωή.
Η γυναίκα του, βλέποντας αυτή την μεταστροφή του, τον κατήγγειλε στις αρχές. Τότε ο Νικηφόρος συνελήφθη και οδηγήθηκε ενώπιον του βαλή της Κρήτης, στο Χάνδακα (Ηράκλειο), του Μουσταφά Πασά. Η υπόθεση παραπέμφθηκε στο Ιεροδικείο, ενώπιον του οποίου ο Μάρτυρας ομολόγησε με γενναιότητα την πίστη του στον Χριστό. Η απόφαση ήταν καταδικαστική.
Ο Νεομάρτυς Νικηφόρος απαγχονίστηκε το έτος 1832 μ.Χ., σε ηλικία 30 ετών και έλαβε τον αμαράντινο στέφανο της δόξας.
Ἐν γῇ χλοαυγῇ τῆς Κριτσᾶς ἀναθάλλων,
Νικηφόρος νῦν γε συζῇ Νόοις πόλῳ.
Ἐνδεκάτῃ ἤθλησε Νικηφόρος ἀγχόνῃ περιφανῶς.
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν γενναῖον ὁπλίτην Νικηφόρον τιμήσωμεν, τὸν καρτερικὸν στρατιώτην, καὶ Χριστοῦ φίλον γνήσιον, τῆς πίστεως λαμπτῆρα τὸν φαιδρόν, καὶ πλάνης καθαιρέτην θαυμαστόν, δι’ ἀγχόνης τελειώσαντα εὐκλεῶς, τὸν δρόμον τοῦ μαρτυρίου, αἴγλῃ τὸν ἐντρυφῶντα νοερᾷ, πίστει αὐτῷ κραυγάζοντες· μέμνησο τῶν τελούντων σου ἀεί, μνήμην τὴν εὔσημον.
Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῷ ἀστέκτῳ ἔρωτι, τοῦ Ἰησοῦ Νικηφόρε, πτερωθεὶς κατῄσχυνας, τὰς τῶν ἐχθρῶν μεθοδείας, ἔθραυσας, τοῦ ἀρχεκάκου τὴν πανουργίαν, ἤθλησας, ἐν τοῖς ἐσχάτοις καρτεροψύχως. Διὰ τοῦτό σοι βοῶμεν· Νεομαρτύρων χαῖρε τὸ καύχημα.
Ὁ Οἶκος
Τὴν τοῦ Κυρίου σαφῶς διδασκαλίαν ἤκουσας, τὴν ὅστις οὐκ ἀφῆκεν γονεῖς ἤ ἀδελφοὺς ἤ ἀδελφὰς ἤ γυναῖκα ἤ τέκνα, λέγουσαν, οὐκ ἔστι μου ἄξιος καὶ ταύτῃ πιστῶς ἀκολουθήσας δι’ ἀγάπην Χριστοῦ, καρποὺς ἀγάπης μείζονος καὶ μαρτυρίου θεόφρονας αὐτῷ προσήγαγες. Τὸν Σταυρὸν δέ, ὡς ἱστίον, ταῖς αὔραις τοῦ Παρακλήτου ῥιπιζόμενον, ἐπ’ ὤμων βαστάσας, εὐσταλῶς διεπέρασας τὸ τοῦ μαρτυρίου σκάμμα, καὶ εἰς λιμένα τὸν γαληνὸν τοῦ Κυρίου, μάκαρ προσώρμισαι, ἔνθα Ἀγγέλων καὶ Ἁγίων χοροστασίαι. Διὰ τοῦτό σοι βοῶμεν· Νεομαρτύρων χαῖρε τὸ καύχημα.
Κάθισμα
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Μετὰ τὴν α΄ στιχολογίαν
Ἑορτάζει σήμερον, τοῦ Μεραμβέλλου ἡ κώμη, τῆς Κριτσᾶς ἡ εὔανδρος, τὴν σὴν πανεύφημον μνήμην. Ταύτης γάρ, γόνος ὑπάρχων ὦ Νικηφόρε, ἤθλησας, ἐν τῷ Μεγάλῳ Κάστρῳ τῆς Κρήτης, δολερᾶς ἀποσκιρτήσας, ἀπάτης, ὅθεν Χριστῷ νῦν παρίστασαι.
Έτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μετὰ τὴν β΄ στιχολογίαν
Σωφρόνως διήνυσας, τῆς ἐπιγείου ζωῆς, τὸν δόλιχον ἔνδοξε καὶ τοῦ δολίου ἐχθροῦ, ὑπέστης τὴν ἔφοδον, ὅνπερ καὶ καταισχύνας, ἐν χαρᾷ τῶν ἐνθάδε, πρὸς οὐρανὸν ἀνέπτης, ὡς εἰκὸς Νικηφόρε, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει τιμώντων σε.
Έτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μετὰ τὸν Πολυέλεον
Τὴν ἀπάτην γνωρίσας Ἀγαρηνῶν, Νικηφόρε θεόφρων μετανοῶν, προσῆλθες τῷ Κυρίῳ σου, καὶ τοῖς πᾶσι ἐκήρυξας, ἐν παῤῥησίᾳ τούτου τὸ πάντιμον ὄνομα, ὑπὲρ αὐτοῦ τὸ αἷμα, προθύμως δὲ ἔκχεας, ὅθεν φερωνύμως, νικηφόρος ἐδείχθης, καὶ θείου στρατεύματος ὁ Χριστός σε ἠξίωσε, Νεομάρτυς πολύαθλε, μεθ’ οὗ ἀεὶ δυσώπει αὐτόν, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Έτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀγχόνῃ εὐθαρσῶς, τὸ μακάριον τέλος, δεξάμενος τὸ σόν, ἐπηνώρθωσας πταῖσμα, καὶ ὤφθης συμμέτοχος, τῶν Μαρτύρων τῆς πίστεως, μεθ’ ὧν πρέσβευε ὑπὲρ ἡμῶν Νικηφόρε, ἵνα εὕρωμεν παραπτωμάτων τὴν λύσιν, οἱ πόθῳ τιμῶντές σε.
Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄.
Τὸν ἀήττητον ἀθλητὴν τῆς εὐσεβείας, Νικηφόρον πάντες τιμήσωμεν. Οὗτος γὰρ ἐν κώμῃ τῆς Κριτσᾶς, φι’ εὐσεβείας ὡς ῥόδον ἀναβλαστήσας, τῇ Ἐκκλησίᾳ μαρτυρικῶς διέπνευσε, τῆς χάριτος τὰς μυριπνόους πνοάς. Δι’ ὧν τὰς αἰσθήσεις εὐφραινόμενοι, τὸν ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθέντα, καὶ τὴν φύσιν τῶν ὑδάτων ἁγιάσαντα, Χριστὸν δοξολογήσω μεν κράζοντες· ὁ τοῦ νεάθλου σου Μάρτυρος, τὴν θυσίαν ὡς ζῶσαν προσφοράν, εὐμενῶς προσδεξάμενος, Κύριε δόξα σοι.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β΄.
Ὥσπερ Χριστὸν ἐν Ἰορδάνου τοῖς ῥεύμασι, γυμνὸς ἐπιβαίνων ἐνέδυσεν ἡμᾶς, ἔτι δὲ βασιλικὴν ἀλουργίδα ἐν Σταυρῷ, ἐξ αἱμάτων αὐτοῦ ἐνδυσαμένους ἐλυτρώσατο, οὕτω οἱ Ἅγιοι Μάρτυρες, τοῖς αἵμασιν αὐτῶν, τὴν Ἐκκλησίαν ἐστόλισαν, ἐν οἷς διαλάμπει ὡς φωστήρ, ὁ ἐκ Κριτσᾶς γενναῖος Νεομάρτυς Νικηφόρος ὁ θαυμάσιος, ὁ λύσας Ἀγαρηνῶν τῆς κακίας τὴν ζόφωσιν, καὶ καταυγάσας τὸν χριστώνυμον λαόν, μαρτυρίου ταῖς ὑπερφώτοις αὐγαῖς. Τοῦτον καὶ ἡμεῖς ᾄσμασι καταστέφοντες, τὸν τὰ Ἰορδάνια ῥεῖθρα ἁγιάσαντα, ἐκτενῶς ἱκετεύομεν· Κύριε, πρεσβείαις τοῦ σοῦ Ἁγίου, τῶν δεινῶν λυτρωθείημεν.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ΄.
Τῷ φωτὶ τῆς Τρισηλίου θεότητος καταλαμπόμενος, Νεομάρτυς Νικηφόρε, ἐνίκησας τὸν πρῴην πτερνίσαντά σε, κατὰ κράτος ἐχθρὸν τὸν παλαιμναῖον , καὶ ψυχήν σου φοινίξας οἰκείῳ αἴματι, στολὴν ἠμφιέσθης ἀφθαρσίας. Ὅθεν, σὺν Ἀγγέλοις εὐφραινόμενος, συναριθμούμενος ταῖς τῶν Μαρτύρων χορείαις, ἐκτενῶς σὺν αὐτοῖς ἱκέτευε, Χριστὸν τὸν Θεόν, ἵνα λυτρώσηται ἡμᾶς ἐκ ψυχοφθόρων ἐχθρῶν, καὶ παντοίων περιστάσεων.
Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ΄.
Νίκης ἐπάθλων φερωνύμως ἠξίωσαι,καὶ στεῤῥοτάτῃ ψυχῇ γυναῖκά τε καὶ τέκνα, ὑπὲρ Χριστοῦ τοῦ Νυμφίου σου ἀπεῖρξας μακάριε, καὶ εἴ τι ἄλλο φιλόϋλον οὐκ ἴσχυσε κερδῆσαι, τὴν ἀγάπην Αὐτοῦ, ἀλλ’ ἀφειδήσας φθαρτῶν, ἀπειρέσιος ἐγένου αὐτῆς. Ὅθεν, τὴν βλαστήσασάν σε κώμην, καὶ τὴν πόλιν μαρτυρίου σου ἐμεγάλυνας ἐν κόσμῳ. Διό, παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ὑπὲρ οὗ τὸ αἷμα προθύμως ἐξέχεας, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τὴν μνήμην σου, ἐκ πόθου ἐπιτελούντων σεπτῶς, Νικηφόρε θαυμάσιε.