Εἶπεν ὁ Κύριοςτὴν ἑξῆς παραβολή:
«Κάποιος ἄνθρωπος ποὺ θὰ πήγαινε ταξίδι, ἐκάλεσε τοὺς δούλους του καὶ τοὺς παρέδωκε ὅλα τὰ ὑπάρχοντά του. Σὲ ἕναν ἔδωκε πέντε τάλαντα, σὲ ἄλλον δύο, σὲ ἄλλον ἕνα, στὸν καθένα κατὰ τὴν ἱκανότητά του, καὶ ἔφυγε ἀμέσως για ταξίδι.
Ἐκεῖνος ποὺ ἐπῆρε τὰ πέντε τάλαντα, τὰ ἐμπορεύθηκε καὶ ἐκέρδισε ἄλλα πέντε. Ἐπίσης ἐκεῖνος ποὺ ἐπῆρε τὰ δύο, ἐκέρδισε ἄλλα δύο. Ἐκεῖνος ὅμως ποὺ ἐπῆρε τὸ ἕνα, ἐπῆγε καὶ ἔσκαψε εἰς τὴν γῆν καὶ ἔκρυψε τὸ χρῆμα τοῦ κυρίου του.
Ὕστερα ἀπὸ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ τοὺς ζητεῖ λογαριασμόν.
Ἐκεῖνος ποὺ εἶχε πάρει τὰ πέντε τάλαντα, προσῆλθε καὶ ἔφερε ἄλλα πέντε τάλαντα καὶ εἶπε, «Κύριε, μοῦ παρέδωκες πέντε τάλαντα· κύτταξε, ἐκέρδισα ἄλλα πέντε τάλαντα». Ὁ κύριός του τοῦ εἶπε, «Εὖγε, δοῦλε καλὲ καὶ πιστέ. Εἰς ὀλίγα ἐφάνηκες πιστός, , εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω. Ἔμπα εἰς τὴν χαρὰν τοῦ κυρίου σου».
Ἦλθε καὶ ἐκεῖνος ποὺ εἶχε πάρει τὰ δύο τάλαντα, καὶ εἶπε, «Κύριε, δύο τάλαντα μοῦ παρέδωκες· κύτταξε, ἐκέρδισα ἄλλα δύο τάλαντα». Ὁ κύριός του τοῦ εἶπε, «Εὖγε, δοῦλε καλὲ καὶ πιστέ. Εἰς ὀλίγα ἐφάνηκες πιστός, εἰς πολλὰ θὰ σὲ ἐγκαταστήσω» Ἔμπᾶ εἰς τὴν χαρὰν τοῦ κυρίου σου».
Ἦλθε καὶ ἐκεῖνος ποὺ εἶχε πάρει τὸ ἕνα τάλαντον, καὶ εἶπε, «Κύριε, σὲ ἤξερα ὅτι εἶσαι ἕνας σκληρὸς ἄνθρωπος, θερίζεις ἐκεῖ, ὅπου δὲν ἔσπειρες καὶ μαζεύεις ἐκεῖ, ὅπου δὲν ἐσκόρπισες, καὶ ἐπειδὴ ἐφοβήθηκα, ἐπῆγα καὶ ἔκρυψα τὸ τάλαντόν σου εἰς τὴν γῆν, ἰδὲς ἔχεις ὅ,τι εἶναι δικό σου». Ὁ κύριος του τοῦ ἀπεκρίθη, «Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἤξερες πὼς θερίζω ἐκεῖ, ὅπου δὲν ἔσπειρα καὶ μαζεύω ἐκεῖ, ὅπου δὲν ἐσκόρπισα. Ἔπρεπε λοιπὸν νὰ βάλῃς τὰ χρήματά μου εἰς τοὺς τραπεζίτας καὶ ἐγώ, ὅταν ἐπέστρεφα, θὰ τὰ ἔπαιρνα πίσω μὲ τόκον.
Πάρτε ἀπὸ αὐτὸν τὸ τάλαντον καὶ δῶστε το εἰς ἐκεῖνον, ποὺ ἔχει τὰ δέκα τάλαντα, διότι στὸν καθένα ποὺ ἔχει, θὰ δοθοῦν καὶ ἄλλα καὶ θὰ περισσέψουν· ἀπὸ ἐκεῖνον ὅμως ποὺ δὲν ἔχει, θὰ τοῦ ἀφαιρεθῇ καὶ αὐτὸ ποὺ ἔχει. Καὶ τὸν ἄθλιον δοῦλον ρίξτε ἔξω εἰς τὸ σκοτάδι, ἐκεῖ θὰ εἶναι τὸ κλάμα καὶ τὸ τρίξιμο τῶν δοντιῶν».
Και λέγοντας αυτά είπε: «Όποιος έχει αυτιά για ν’ ακούει, ας ακούει»
Απόδοση στη Νεοελληνική: Κατά Ματθαίον (κε΄ 14-30)
Αρχικό Κείμενο
Εἶπεν ὁ Κύριος την παραβολὴν ταύτην·
Άνθρωπός τις ἀποδημῶν, ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.
Πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα. Ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. Ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
Μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ᾿ αὐτῶν λόγον. Καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ᾿ αὐτοῖς. Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.
Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε· ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! Ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. Ἄρατε οὖν ἀπ᾿ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα. Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
Ταύτα ειπών έλεγεν, ο έχων ώττα ακούειν, ακουέτω.
Αρχικό Κείμενο: Κατά Ματθαίον (κε΄ 14-30)