Άγιοι Αδριανός και Ναταλία: Εορτάζουν στις 26 Αυγούστου εκάστου έτους.
Eις τον Aδριανόν.
Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας
Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες.
Eις την Nαταλίαν.
Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ
Ἀδριανῷ σύσκηνος ἡ Ναταλία.
Ἀδριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ.
Βιογραφία
Λειτουργικά κείμενα
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Ἀναφαίρετον ὄλβον ἠγήσω, τὴν σωτήριον, πίστιν τρισμάκαρ, καταλιπῶν τὴν πατρῴαν ἀσέβειαν καὶ τῷ Δεσπότῃ κατ’ ἴχνος ἑπόμενος, κατεπλουτίσθης ἐνθέοις χαρίσμασιν Ἀδριανὲ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, ὁμοὺ σὺν Ναταλία τὴ θεόφρονι.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Γυναικὸς θεόφρονος τοὺς θείους λόγους, ἐν Καρδίᾳ θέμενος, Ἀδριανέ μάρτυς Χριστοῦ, ἐν τοῖς βασάνοις προσέδραμες, σὺν τῇ συζύγῳ τὸ στέφος δεξάμενος.
Ὁ Οἶκος
Καιρὸς ἐπέστη τοῖς πιστοῖς, χαρμόσυνος ἡμέρα, Ἀδριανοῦ τοῦ θείου ἐνθέως εὐφρανθῶμεν, ἀναβοῶντες πρὸς αὐτόν· Μάρτυς τοῦ Κυρίου, ὁ τὸν ἀγῶνα τὸν καλὸν σαφῶς ἀγωνισάμενος, καὶ στέφος οὐρανόθεν δεξάμενος τῆς δικαιοσύνης, ἀπὸ πάσης ἐπηρείας τοῦ ἀλλοτρίου ἡμᾶς ῥῦσαι πάντας, ἴασίν τε ψυχῶν καὶ τῶν σωμάτων ἐξαπόστειλον ἡμῖν, καὶ τὴν κηλῖδα πᾶσαν τοῦ νοὸς ἐκκάθαρον οὐρανόθεν, σὺν τῇ συζύγῳ τὸ στέφος δεξάμενος.