Όσιος Χαράλαμπος Καλυβιανής: Μεταξύ των θαυμάτων πού έκαμε ο Όσιος ήταν και στη γυναίκα τού αγά από τα Καλύβια

Όσιος Χαράλαμπος Καλυβιανής: Εορτάζει στις 23 Αυγούστου εκάστου έτους.

Βιογραφία

Επί των ημερών του μακαριστού Μητροπολίτη Γορτύνης και Αρκαδίας Τιμοθέου, κατά τη διαμόρφωση της αυλής της Ιεράς Μονής Παναγίας Καλυβιανής, δίπλα σχεδόν στον παλαιό Ιερό Ναό της, βρέθηκε ένας τάφος, από τον οποίο ξεχύθηκε ευωδία και βρέθηκαν και ιερά λείψανα. Ο Όσιος αποκαλύφθηκε σε πολλούς και φανέρωσε την καταγωγή του από το χωριό Δαφνές, όπου ήλθε και αφιερώθηκε στην Ιερά Μονή της Καλυβιανής. Έζησε βίο ασκητικό και έτυχε ο ίδιος θαύματος από την Παναγία.

Μεταξύ των θαυμάτων πού έκαμε ο Όσιος ήταν και στη γυναίκα τού αγά από τα Καλύβια, με αποτέλεσμα να βαπτισθούν όλα τα μέλη της οικογένειάς του χριστιανοί.

Κτίστηκε Ναός προς τιμήν του από τον αοίδιμο Μητροπολίτη Τιμόθεο, τον οποίο εγκαινίασε ο Σεβ. Μητροπολίτης Γορτύνης και Αρκαδίας Μακάριος, μετά των Οσιομαρτύρων και λοιπών Οσίων της Ιεράς Μονής, στις 29 Σεπτεμβρίου 2012 μ.Χ.

Λειτουργικά κείμενα

Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεράπων θερμότατος, τῆς Θεοτόκου ὀφθείς, πιστῶς καθυπούργησας, τῇ εὐδοκίᾳ αὐτῆς, Χαράλαμπες Ὅσιε. Ὅθεν τῶν σῶν λειψάνων, νῦν πλουτοῦντες τὴν θήκην, χάριν καὶ εὐλογίαν, ἐξ αὐτῆς ἀπαντλοῦμεν, δοξάζοντες τὸν Κύριον, τὸν σὲ θαυμαστώσαντα.

Έτερον Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον λόγον.
Χαραλάμπην τὸν ὅσιον εὐφημήσωμεν, μετ᾿ εὐφροσύνης δὲ πάντες καὶ μετὰ πόθου πιστοὶ τίμια λείψανα αὐτοῦ κατασπασώμεθα. Ὅτι ἐβίωσε λαμπρῶς τὴν τελείαν ἀρετὴν θαυμάτων λαβὼν τὴν χάριν. Καὶ νῦν πρεσβεύει ἀπαύστως πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἐπ᾿ ἐσχάτων Ὅσιε, φανερωθεὶς τοῖς ἀνθρώποις, τὴν σὴν χάριν ἔδειξας, τὴν κεκρυμμένην τοῖς πᾶσιν· ὅθεν σε, ὡς θεόφρονα Κυρίου φίλον, μέλπομεν, καὶ τὴν σεπτήν σου τελοῦμεν μνήμην, ἐν ἡ δίδου τοῖς αἰτοῦσι, τὴν ἀρωγήν σου Πάτερ Χαράλαμπες.

Μεγαλυνάριον
Ὅσιε Χαράλαμπες οἱ πιστοί, τὴν ἁγίαν σοῦ μνήμην ἑορτάζομεν εὐλαβῶς. Τὴν χάριν τῶν λειψάνων σου πόθῳ ἐκζητοῦμεν, καὶ τῶν πταισμάτων ἡμῶν τὴν ἄφεσιν.

Ὁ Οἶκος
Τῇ ἐναρέτῳ διαπρέψας ζωῇ, καὶ πρὸς Θεὸν μετατεθεὶς ἐν χαρᾷ, ἄγνωστος ἐτέλεις καὶ ἀφανής, ἐν ἐτῶν περιόδοις πολλοῖς, τῇ Ἐκκλησίᾳ Θεοῦ τῇ εὐαγεῖ, κρίμασιν οἷς οἶδεν ὁ Κύριος, Ὅσιε Πάτερ· σὺ γὰρ ἐν ὁσιότητι καὶ ζήλῳ τῶν κρειττόνων, καὶ ἐγκρατείᾳ καὶ προσευχῇ εὐηρέστησας τῷ Θεῷ, τῆς παρ’ αὐτοῦ χάριτος ἠξίωσαι· καὶ τῷ ναῷ τῆς Θεοτόκου προσκαρτερῶν, ἀμέμπτως διηκόνεις, ὁσίαις χερσὶ τῇ Μητρὶ τοῦ Λυτρωτοῦ· καὶ θείᾳ εὐδοκίᾳ φανερωθεὶς ἡμῖν, παρέχεις τοῖς αἰτοῦσι τὴν ἀρωγήν σου Πάτερ Χαράλαμπες.

Κάθισμα
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Μετὰ τὴν α´. Στιχολογίαν
Εὐωδίαν μυστικήν, ἡ τῶν λειψάνων σου σορός, ἀναδέδωκεν ἡμῖν, ὅτε ἀνεύρομεν αὐτά, τὰ ὑπὸ γῆν πάλαι χρονίως κεκρυμμένα· διὸ σὲ ὡς Χριστοῦ, πιστὸν Θεράποντα, γεραίρομεν ᾠδαῖς, Πάτερ Χαράλαμπες, καὶ τὴν ἁγίαν ἐκτελοῦμεν μνήμην σου, ἀπὸ ψυχῆς ἐκβοῶντές σοι· Χριστὸν δυσώπει, ἡμῖν διδόναι, πταισμάτων λύσιν δεόμεθα.

Έτερον Κάθισμα
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Μετὰ τὴν β´ Στιχολογίαν
Ὁσίως τὴν ζωήν, διανύσας σου Πάτερ, Ὁσίων τοῖς χοροῖς, μετὰ τέλος συνήφθης, Χαράλαμπες Ὅσιε, Ἀσωμάτων συνόμιλε, μεθ’ ὧν πρέσβευε· Ὅπερ ἡμῶν τῶν τιμώντων, τὴν ἁγίαν σου, καὶ ἀξιέπαινον μνήμην Κρητῶν ἐγκαλλώπισμα.

Έτερον Κάθισμα
Ἦχος γ´. Τὴν ὡραιότητα.
Μετὰ τὸν Πολυέλεον
Ἐν τῇ ἐκφάνσει σου, Πάτερ Χαράλαμπες, χαρᾶς ἐπλήρωσας, οἷσπερ τεθέασαι, καὶ ἀπεκάλυψας τὰ σά, τῇ ἄνωθεν προμήθεια. Ὅθεν ὡς ἀστέρα σέ, ἡμῖν ἄρτι ἐκλάμψαντα, καὶ Ὁσίων σύσκηνον, μακαρίζομεν Ὅσιε. Ἀλλὰ μὴ διαλίπῃς πρεσβεύων, ῥύεσθαι πάσης ἡμᾶς βλάβης.

Έτερον Κάθισμα
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὸν νοῦν σου ἐπτέρωσας, πρὸς τὴν ἀγάπην Χριστοῦ, τὸν βίον διήνυσας, ἐν ἐγκρατείᾳ πολλή, Χαράλαμπες Ὅσιε· ὅθεν πρὸς τὸν νυμφῶνα, τῆς ζωῆς μετετέθης, δόξης τῆς αἰωνίου, κοινωνῶν καὶ μετέχων· διὸ ἀεὶ δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος α΄.
Χαίροις ἐν Κυρίῳ, Ὅσιε Χαράλαμπες, ἀπολαβὼν ἐν ὑψίστοις, τὸν μισθὸν τῶν καμάτων σου· ὡς γὰρ δοῦλος πιστός, ὁσίως καὶ ἀμέμπτως, τοῦ Κυρίου τὸ θέλημα πεποίηκας, ἀνεπιστρόφως ὀδεύσας, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν καὶ Ἁγίων συναφθεὶς τοῖς δήμοις, τοῦ ξύλου τῆς ζωῆς ἀμέσως ἐντρυφάς, καὶ τοῦ ἀμήχανου κάλλους ἀπολαύων, σὺν Ἀγγέλοις κράζεις· Κύριε δόξα σοι.

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος β´.
Ἀσκητικὴν ζωὴν ἀγαπήσας, τῶν προσηκόντων σοι ἐμάκρυνας, καὶ τὸν Σταυρὸν τοῦ Κυρίου ἦρας, ξενωθεὶς τῶν γηΐνων οὐρανίῳ γὰρ πόθῳ, τετρωμένος Χαράλαμπες, πόνοις καὶ καμάτοις σαῦτον δέδωκας, νεκρώσας τῆς σαρκὸς τὸ φρόνημα, ἐν πτωχείᾳ καὶ ταπεινώσει, καὶ ἐγκρατείᾳ διαπρέπων· καὶ τῷ φωτὶ τῆς χάριτος, καταυγασθεὶς τὴν ψυχὴν τῆς Ἁγνῆς Θεοτόκου, θεράπων γνήσιος πέφηνας, καὶ τῶν πάλαι Ὁσίων μιμητής· μεθ᾿ ὧν συνδεδόξασαι, ἐν τῇ ἀλήκτῳ μακαριότητι

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος γ´.
Τῇ τῆς Παρθένου ὀμφή, εὐπειθῶς ὑπείκων, ἐν τῶ ναῷ αὐτῆς διηκόνησας, ζέοντι πνεύματι, καὶ ὁσίαις χερσί, θεόφρον Χαράλαμπες· καὶ ἐν καλύβῃ πενιχρᾷ, ἐναρέτοις ἔργοις, θεραπεύσας τὸν Θεόν, τῆς ἀγάπης ταμεῖον ὤφθης, καὶ τῆς Τριαδικὴς ἐνεργείας, ναὸς καθαρώτατος· τῇ καθαρᾷ σου γὰρ ψυχῇ, ὁ Υἱὸς σὺν Πατρί, καὶ Πνεύματι ἐσκήνωσεν, ὡς ἀψευδῶς ἐπηγγείλατο ὁ Κύριος· καὶ νῦν ἀνακεκαλυμμένῳ προσώπῳ τὴν θείαν δόξαν θεωρῶν, πρέσβευε Ὅσιε, ὅπερ τῶν τιμώντων σε.

Έτερον Ἰδιόμελον ἐκ τῆς Λιτῆς
Ἦχος δ´.
Τῆς ἀρετῆς τὸν δρόμον τελέσας, καὶ τῶν Ἁγίων τῆς στάσεως, ἐν οὐρανοῖς ἀξιωθείς, ἀγνοούμενος ἐν γῆ ἐτέλεις, πλείστων ἐτῶν περιόδοις, οἷς οἶδε κρίμασιν· ὁ Κύριος, Χαράλαμπες Ὅσιε· ἀλλ᾿ ἐν τῇ καθ᾿ ἡμᾶς γενεᾷ, θείᾳ εὐδοκίᾳ γνωσθείς, χαρᾶς ἡμᾶς ἔπλησας, φερωνύμως Πάτερ· καὶ ἐν τῇ εὑρέσει τῶν θείων λειψάνων σου, ἡ Προφητικὴ ῥῆσις πεπλήρωται ἡ φάσκουσα. Φυλάσσει Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων αὐτοῦ, πρὸς ἁγιασμὸν καὶ εὐφροσύνην, τῶν φοβουμένων τὸ ὄνομα αὐτοῦ τὸ ἅγιον.